- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 476

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 476)

δάκρυά σοι καὶ νέρθε διὰ χθονός, Ἡλιοδώρα, δωροῦμαι, στοργᾶς λείψανον, εἰς ἀίδαν, δάκρυα δυσδάκρυτα:? πολυκλαύτῳ δ ἐπὶ τύμβῳ σπένδω μνᾶμα πόθων, μνᾶμα φιλοφροσύνας. οἰκτρὰ γὰρ οἰκτρὰ φίλαν σε καὶ ἐν φθιμένοις Μελέαγρος αἰάζω, κενεὰν εἰς Ἁχέροντα χάριν. αἰαῖ, ποῦ τὸ ποθεινὸν ἐμοὶ θάλος· ἁρ´πασεν ᾍδας, ἁρ´πασεν ἀκμαῖον δ ἄνθος ἔφυρε κόνις. ἠρέμα σοῖς κόλποις, μᾶτερ, ἐναγκάλισαι.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION