호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτων ζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον, ἰχθυσιληϊστῆρα, σαγηνέα, χηραμοδύτην, οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης, ἔμπης οὔτ Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶς ἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας:? ἀλλ ἔθαν ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα, τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος. ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기