호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γνοὺς δ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς κλύδων ἔφιππον ἐν μέσῳ κυκώμενον.? ἤλαυνε δ ἔσχατος μέν, ὑστέρας δ ἔχων πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων: ὅπως δ ὁρᾷ μόνον νιν ἐλλελειμμένον, ὀξὺν δι ὤτων κέλαδον ἐνσείσας θοαῖς πώλοις διώκει, κἀξισώσαντε ζυγὰ ἠλαυνέτην, τότ ἄλλος, ἄλλοθ ἅτερος κάρα προβάλλων ἱππικῶν ὀχημάτων. καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους ὡρμᾶθ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων: ἔπειτα λύων ἡνίαν ἀριστερὰν κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν παίσας: ἔθραυσε δ ἄξονος μέσας χνόας κἀξ ἀντύγων ὤλισθεν: ἐν δ ἑλίσσεται τμητοῖς ἱμᾶσι: τοῦ δὲ πίπτοντος πέδῳ πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον. στρατὸς δ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, οἷ ἔργα δράσας οἱᾶ λαγχάνει κακά, φορούμενος πρὸς οὖδας, ἄλλοτ οὐρανῷ σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται, μόλις κατασχεθόντες ἱππικὸν δρόμον, ἔλυσαν αἱματηρόν, ὥστε μηδένα γνῶναι φίλων ἰδόντ ἂν ἄθλιον δέμας. καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. τοιαῦτά σοι ταῦτ ἐστίν, ὡς μὲν ἐν λόγῳ ἀλγεινά, τοῖς δ ἰδοῦσιν, οἵπερ εἴδομεν, μέγιστα πάντων ὧν ὄπωπ ἐγὼ κακῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기