- 텍스트

Pseudo-Plutarch, De musica, section 38

(위 플루타르코스, De musica, section 38)

"οἱ δὲ νῦν τὸ μὲν κάλλιστον τῶν γενῶν, ὅπερ μάλιστα σεμνότητα παρὰ τοῖς ἀρχαίοις ἐσπουδάζετο, παντελῶς παρῃτήσαντο, ὥστε μηδὲ τὴν τυχοῦσαν ἀντίληψιν τῶν ἐναρμονίων διαστημάτων τοῖς πολλοῖς ὑπάρχειν:? "ν: "οὕτω δ, ἀργῶζ· "διάκεινται καὶ ῥᾳθύμως, ὥστε μηδ ἔμφασιν νομίζειν παρέχειν καθ ὅλου τῶν ὑπὸ τὴν αἴσθησιν πιπτόντων τὴν ἐναρμόνιον δίεσιν, ἐξορίζειν δ αὐτὴν ἐκ τῶν μελῳδημάτων πεφλυαρηκέναι τε τοὺς δόξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρημένους. "ἀπόδειξιν δ ἰσχυροτάτην τοῦ τἀληθῆ λέγειν φέρειν οἰόνται μάλιστα μὲν τὴν αὑτῶν ἀναισθησίαν, ὡς πᾶν, ὅ τι περ ἂν αὐτοὺς ἐκφύγῃ, τοῦτο καὶ δὴ πάντως ἀνύπαρκτον ὀ`ν παντελῶς καὶ ἄχρηστον εἶτα καὶ τὸ μὴ δύνασθαι ληφθῆναι διὰ συμφωνίας τὸ μέγεθος, καθάπερ τό τε ἡμιτόνιον καὶ τὸν τόνον καὶ τὰ λοιπὰ δὲ τῶν τοιούτων διαστημάτων. "ἠγνοήκασι δ ὅτι καὶ τὸ τρίτον μέγεθος οὕτως ἂν καὶ τὸ πέμπτον ἐκβάλλοιτο καὶ τὸ ἕβδομον: "ὧν τὸ μὲν τριῶν τὸ δὲ πέντε τὸ δ ἑπτὰ διέσεών ἐστι: "καὶ καθόλου πάνθ ὅσα περιττὰ φαίνεται τῶν διαστημάτων ἀποδοκιμάζοιτ ἂν ὡς ἄχρηστα, παρ ὅσον οὐδὲν αὐτῶν διὰ συμφωνίας λαβεῖν ἔστι: "ταῦτα δ ἂν εἰή, ὅσα ὑπὸ τῆς ἐλαχίστης διέσεως μετρεῖται περισσάκις, οἷς ἀκολουθεῖν ἀνάγκη καὶ τὸ μηδεμίαν τῶν τετραχορδικῶν διαιρέσεων χρησίμην εἶναι, πλὴν μόνην ταύτην, δι ἧς πᾶσιν ἀρτίοις χρῆσθαι διαστήμασι συμβέβηκεν αὕτη δ ἂν εἱή ἥ τε τοῦ συντόνου καὶ διατόνου καὶ ἡ τοῦ τονιαίου χρώματος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION