- 텍스트

Pseudo-Plutarch, De musica, section 19

(위 플루타르코스, De musica, section 19)

οὐ γὰρ ἂν ποτ αὐτῇ πρὸς τὴν παρυπάτην κεχρῆσθαι συμφώνως, μὴ γνωρίζοντας τὴν χρῆσιν:? τρόπῳ διὰ τὴν τῆς τρίτης ἐξαίρεσιν, τοῦτ ἦν τὸ τὴν αἴσθησιν αὐτῶν ἐπάγον ἐπὶ τὸ διαβιβάζειν τὸ μέλος ἐπὶ τὴν παρανήτην.

ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς νήτης:

καὶ γὰρ ταύτῃ κατὰ μὲν τὴν κροῦσιν ἐχρῶντο, καὶ πρὸς παρανήτην διαφώνως καὶ πρὸς μέσην συμφώνως: κατὰ δὲ τὸ μέλος οὐκ ἐφαίνετο αὐτοῖς οἰκεία εἶναι τῷ σπονδειακῷ τρόπῳ. οὐ μόνον δὲ τούτοις ἀλλὰ καὶ τῇ συνημμένων νήτῃ οὕτω κέχρηνται πάντες: κατὰ μὲν γὰρ τὴν κροῦσιν αὐτὴν διεφώνουν πρός τε παρανήτην καὶ πρὸς παραμέσην, καὶ συνεφώνουν πρός τε μέσην καὶ πρὸς λιχανόν κατὰ δὲ τὸ μέλος κἂν αἰσχυνθῆναι τῷ χρησαμένῳ ἐπὶ τῷ γιγνομένῳ δι αὐτὴν ἤθει.

δῆλον δ εἶναι καὶ ἐκ τῶν Φρυγίων, ὅτι οὐκ ἠγνόητο ὑπ Ὀλύμπου τε καὶ τῶν ἀκολουθησάντων ἐκείνῳ:

ἐχρῶντο γὰρ αὐτῇ οὐ μόνον κατὰ τὴν κροῦσιν, ἀλλὰ καὶ κατὰ τὸ μέλος ἐν τοῖς Μητρῴοις καὶ ἔν τισὶ τῶν Φρυγίων.

δῆλον δὲ καὶ τὸ περὶ τῶν ὑπατῶν, ὅτι οὐ δι ἄγνοιαν ἀπείχοντο ἐν τοῖς Δωρίοις τοῦ τετραχόρδου τούτου: αὐτίκα ἐπὶ τῶν λοιπῶν τόνων ἐχρῶντο, δηλονότι εἰδότες:

τοῦ ἤθους φυλακὴν ἀφῄρουν ἐπὶ τοῦ Δωρίου τόνου, τιμῶντες τὸ καλὸν αὐτοῦ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION