호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες, Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε: φλέγεται δ ἀρεταῖς μυρίαις ἔργων θρασέων ἕνεκεν. μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος: πολλὰ δ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기