- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας? 237:

(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 237:)

καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου: ἃ συναμφότερ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρί ἂν εἰή λέγειν, καὶ ὅσοι διὰ ταῦτ ἀπολώλασι παρ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION