- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῶν Συμμοριῶν? 32:

(데모스테네스, Speeches 11-20, Περὶ τῶν Συμμοριῶν 32:)

δεῖ τοίνυν ὑμᾶς τὰ μὲν ἄλλα παρασκευάσασθαι, τὰ δὲ χρήματα νῦν μὲν ἐᾶν τοὺς κεκτημένους ἔχειν οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σῴζοιτο τῇ πόλει, ἐὰν δέ ποθ οὗτος ὁ καιρὸς ἔλθῃ, τόθ ἑκόντων εἰσφερόντων αὐτῶν λαμβάνειν. ταῦτα δὲ καὶ δυνάτ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πράττειν καλὰ καὶ συμφέροντα καὶ βασιλεῖ περὶ ὑμῶν ἐπιτήδει ἀπαγγελθῆναι, καὶ φόβος οὐκ ὀλίγος γένοιτ ἂν ἐκείνῳ διὰ τούτων.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION