χλεύη?
First declension Noun; Feminine
자동번역
Transliteration: chleuē
Principal Part:
χλεύη
χλεύης
Structure:
χλευ
(Stem)
+
η
(Ending)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἵνα τοίνυν μὴ πάνυ θαυμάζῃς μηδὲ τὸ πρᾶγμά σοι δοκῇ χλεύης ἄξιον, φέρε προτυπωσώμεθα παρ ἡμῖν αὐτοῖς ἠγγέλθαι μὲν αἰφνίδιον εἰς τὴν χώραν ἐμβεβληκέναι πολεμίους, εἶναι δὲ ἀνάγκην ἐπεξιέναι καὶ μὴ περιορᾶν ἔξω δῃουμένην τὴν γῆν, τὸν στρατηγὸν δὲ παραγγέλλειν ἅπαντας εἰς τὸν κατάλογον τοὺς ἐν ἡλικίᾳ, καὶ δὴ χωρεῖν τοὺς ἄλλους, ἐν δὲ δὴ τούτοις φιλοσόφους τινὰς καὶ ῥήτορας καὶ παρασίτους. (Lucian, De parasito sive artem esse parasiticam, (no name) 40:1)
- "ἐν δὲ τοῖς ἐπαίνοις μάλιστα, ὅταν τις ἐπαινῇ με φορτικὰς καὶ ὑπερμέτρους ποιούμενος τὰς ὑπερβολάς, ἐρυθριῶ τε καὶ ὀλίγου δεῖν ἐπιφράττομαι τὰ ὦτα καὶ τὸ πρᾶγμα χλεύῃ μᾶλλον ἢ ἐπαίνῳ ἐοικέναι μοι δοκεῖ. (Lucian, Pro imaginibus, (no name) 1:5)
- μὴ μ, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην: (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 13 1:2)
- ἦν ἄρ ἔπος τόδ ἀληθές, ὅ τ οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει. (Athenaeus, The Deipnosophists, book 1, chapter 58 2:6)
- τῶν δὲ τοιούτων ἐπιθέτων, ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον, μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως ` ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ, οἶδ ἀκριβῶς. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 41 1:4)
- τὰς δ αἰσχροῖς ἡρ´ωες ἐπεστοβέεσκον ἔπεσσιν χλεύῃ γηθόσυνοι: (Apollodorus, Argonautica, book 4 27:40)
- χλεύη δ ἦν ἐκείνοις καὶ παιδιὰ τὸ τηλικοῦτον ἀσέβημα, τοῖς δ ἄλλοις ἱερεῦσιν ἐπιθεωμένοις πόρρωθεν παιζόμενον τὸν νόμον δακρύειν ἐπῄει καὶ κατέστενον τὴν τῶν ἱερῶν τιμῶν κατάλυσιν. (Flavius Josephus, De bello Judaico libri vii, 183:1)
- Τῶν δὲ κατοικούντων τὴν πόλιν Ιἐβουσαίων, γένος δ εἰσὶν οὗτοι Χαναναίων, ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ τοὺς πεπηρωμένους τὰς ὄψεις καὶ τὰς βάσεις καὶ πᾶν τὸ λελωβημένον στησάντων ἐπὶ χλεύῃ τοῦ βασιλέως ἐπὶ τοῦ τείχους καὶ λεγόντων κωλύσειν αὐτὸν εἰσελθεῖν τοὺς ἀναπήρους, ταῦτα δ ἔπραττον καταφρονοῦντες τῇ τῶν τειχῶν ὀχυρότητι, ὀργισθεὶς πολιορκεῖν ἤρξατο τὰ Ιἑροσόλυμα. (Flavius Josephus, Antiquitates Judaicae, Book 7 73:1)