χειροήθης?
Third declension Adjective;
자동번역
Transliteration: cheiroēthēs
Principal Part:
χειροήθης
χειροήθες
Structure:
χειροηθη
(Stem)
+
ς
(Ending)
Sense
- accustomed to the hand, manageable;, submissive, tame
- tolerable
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- οὕτω κἀγὼ καθάπερ τι φοβερὸν θηρίον κεχαρισμένοις λόγοις τιθασεύσας τὸν Ἀλέξανδρον ἐποίησα χειροήθη πρὸς τὸ μέλλον. (Demades, On the Twelve Years, 42:3)
- τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες. (Lucian, De mercede, (no name) 35:1)
- αἰχμάλωτός τε γὰρ ὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπησεν ἐπικερδᾶναι τριετίαν, οἴνῳ καὶ γαστρὶ καθάπερ τὰ ζῷα χειροήθης γενόμενος. (Plutarch, Comparison of Demetrius and Antony, chapter 6 2:2)
- καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον: (Plutarch, An seni respublica gerenda sit, chapter, section 23 1:1)
- Νυμφόδωρος δ ὁ Συρακόσιος ἐν τοῖς Περίπλοις ἐν τῷ Ἑλώρῳ ποταμῷ λάβρακας εἶναί φησι καὶ ἐγχέλεις μεγάλας οὕτω τιθασοὺς ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους, ἐγὼ δὲ ἐν τῇ κατὰ Χαλκίδα Ἀρεθούσῃ τεθέαμαι, ἴσως δὲ καὶ ὑμῶν οἱ πλεῖστοι, κεστρεῖς χειροήθεις καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ καὶ χρυσᾶ, λαμβανούσας τε καὶ λαμβάνοντας παρὰ τῶν προσφερόντων τροφὰς τά τε ἀπὸ τῶν ἱερείων σπλάγχνα καὶ τυροὺς χλωρούς. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 3 1:2)
- καὶ τοῦτον πρῶτον θεραπεύων ὁ Κικέρων ἐκείνῳ μὲν ἐψηφίσατο τῶν ἐπαρχιῶν Μακεδονίαν, αὑτῷ δὲ τὴν Γαλατίαν διδομένην παρῃτήσατο, καὶ κατειργάσατο τῇ χάριτι ταύτῃ τὸν Ἀντώνιον ὥσπερ ὑποκριτὴν ἔμμισθον αὐτῷ τὰ δεύτερα λέγειν ὑπὲρ τῆς πατρίδος, ὡς δ οὗτος ἑαλώκει καὶ χειροήθης ἐγεγόνει, μᾶλλον ἤδη θαρρῶν ὁ Κικέρων ἐνίστατο πρὸς τοὺς καινοτομοῦντας. (Plutarch, Cicero, chapter 12 4:1)
- ἐκ δὲ τῆς τοιαύτης παιδαγωγίας πρὸς τὸ θεῖον οὕτως ἡ πόλις ἐγεγόνει χειροήθης καὶ κατατεθαμβημένη τὴν τοῦ Νομᾶ δύναμιν, ὥστε μύθοις ἐοικότας τὴν ἀτοπίαν λόγους παραδέχεσθαι, καὶ νομίζειν μηδὲν ἄπιστον εἶναι μηδὲ ἀμήχανον ἐκείνου. (Plutarch, Numa, chapter 15 1:1)
- Ἀντωνίῳ δὲ λαμπρῷ καθ ὡρ´αν γενομένῳ τὴν Κουρίωνος φιλίαν καὶ συνήθειαν ὥσπερ τινὰ κῆρα προσπεσεῖν λέγουσιν, αὐτοῦ τε περὶ τὰς ἡδονὰς ἀπαιδεύτου γενομένου, καὶ τὸν Ἀντώνιον, ὡς μᾶλλον εἰή χειροήθης, εἰς πότους καὶ γύναια καὶ δαπάνας πολυτελεῖς καὶ ἀκολάστους ἐμβάλλοντος. (Plutarch, Antony, chapter 2 3:1)
- ταύτης Ζεὺς ἐρασθείς, ῥόδου ἀποπλέων, ταῦρος χειροήθης γενόμενος, ἐπιβιβασθεῖσαν διὰ τῆς θαλάσσης ἐκόμισεν εἰς Κρήτην. (Apollodorus, Library and Epitome, book 3, chapter 1 1:5)
Synonyms
-
tolerable
- μέτριος (moderate, tolerable, moderate terms)