ὠκεανός?
Second declension Noun; Masculine
자동번역
Transliteration: ōkeanos
Principal Part:
ὠκεανός
ὠκεανοῦ
Structure:
ὠκεαν
(Stem)
+
ος
(Ending)
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐν Ἰνδοῖς τοῖς Μαχλαίοις, οἳ τὰ λαιὰ τοῦ Ἰνδοῦ ποταμοῦ, εἰ κατὰ ῥοῦν αὐτοῦ βλέποις, ἐπινεμόμενοι μέχρι πρὸς τὸν Ὠκεανὸν καθήκουσι, παρὰ τούτοις ἄλσος ἐστὶν ἐν περιφράκτῳ, οὐ πάνυ μεγάλῳ χωρίῳ, συνηρεφεῖ δέ: (Lucian, (no name) 6:2)
- σοῦ μέντοι καὶ θαυμάσαιμ᾿ ἂν ἐπιτιμῶντός μου τῷ νυνὶ βίῳ, εἴ γε ἐπιτιμῴης, ὃν πρὸ πολλοῦ ᾔδεις ἐπὶ ῥητορικῇ δημοσίᾳ μεγίστας μισθοφορὰς ἐνεγκάμενον, ὁπότε κατὰ θέαν τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ τὴν Κελτικὴν ἅμα ἐπιὼν ἐνέτυχες ἡμῖν τοῖς μεγαλομίσθοις τῶν σοφιστῶν ἐναριθμουμένοις. (Lucian, Apologia 34:3)
- ἀμφὶ δ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς, πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατ αὐτὸν κύκνοι ἀερσιπόται μεγάλ ἤπυον, οἵ ῥά τε πολλοὶ νῆχον ἐπ ἄκρον ὕδωρ: (Hesiod, Shield of Heracles, Book Sh. 28:1)
- καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες ἐν μακάρων νήσοισι παρ Ὠκεανὸν βαθυδίνην, ὄλβιοι ἡρ´ωες, τοῖσιν μελιηδέα καρπὸν τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα. (Hesiod, Works and Days, Book WD 20:4)
- ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, ὑμνεῦσαι Δία τ αἰγίοχον καὶ πότνιαν Ἥρην Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, κούρην τ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην Φοῖβόν τ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ Ἀφροδίτην Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην Λητώ τ Ιἀπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην Ηὦ τ Ηἔλιόν τε μέγαν λαμπράν τε Σελήνην Γαῖάν τ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν ἄλλων τ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων. (Hesiod, Theogony, Book Th. 2:4)
- νῦν δὲ ταῦτα ὑψηλὰ ὄντα καὶ ὑπερανεστηκότα καὶ ὁ Ὠκεανὸς ἠρέμα πρὸς τὸν ἥλιον ὑποστίλβων διεσήμαινέ μοι γῆν εἶναι τὸ ὁρώμενον. (Lucian, Icaromenippus, (no name) 12:3)
- πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρ ἀμ- πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν ταυρόκρανος ἀγκάλαις ἑλίσσων κυκλοῖ χθόνα· (Euripides, episode, lyric3)
- ξυμμιγνυμένων δ ἑτέρων ἑτέροις γένετ οὐρανὸς ὠκεανός τε καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. (Aristophanes, Birds, Parabasis, parabasis7)
- καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκουμένην Ὠκεανὸς εἶδε νικῶντα. (Plutarch, De fortuna Romanorum, section 11 3:2)