- ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἢ ἄφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν: (Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 2333)
(디오니시오스, De Compositione Verborum, chapter 2333)
- τῆς δὲ ἱπταμένης τὰ ἄκρα τῆς οὐρᾶς ἡ σύμπτωσις τῶν πετρῶν ἀπεθέρισεν. (Apollodorus, Library and Epitome, book 1, chapter 9 22:6)
(아폴로도로스, Library and Epitome, book 1, chapter 9 22:6)
- Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι · ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη · πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς ἀναπνοῆς · οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθ ὅπη καὶ πρὶν καλέσασθαι τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 75)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 75)
- φαίνεται γὰρ τὸ παράλληλον ἐκ πολλῶν, ὅταν μηδετέρως ἡ σύμπτωσις ἀπελέγχηται. (Strabo, Geography, book 2, chapter 1 18:5)
(스트라본, 지리학, book 2, chapter 1 18:5)
- ληφθέντος γὰρ τοῦ τῶν ὀρῶν πλάτους τῶν ἐπὶ τὰς ἰσημερινὰς ἀνατολὰς ἐκτεινομένων τρισχιλίων σταδίων, ὁμοίως δὲ καὶ τοῦ τῆς θαλάττης τῆς μέχρι στηλῶν, μᾶλλον ἄν τις συγχωρήσειεν ὡς ἐπὶ μιᾶς γραμμῆς ἐξετάζεσθαι τὰς παραλλήλους ἐκείνης ἐν τῷ αὐτῷ πλάτει ἀγομένας ἢ τὰς συμπιπτούσας, καὶ τῶν συμπιπτουσῶν τὰς ἐν αὐτῷ ἐκείνῳ τῷ πλάτει τὴν σύμπτωσιν ἐχούσας ἢ τὰς ἐκτός: (Strabo, Geography, book 2, chapter 1 72:2)
(스트라본, 지리학, book 2, chapter 1 72:2)
- τούτου δὲ τοῦ σχήματος τὴν μὲν κορυφὴν ἥ τε τῶν Ἀπεννίνων καλουμένων ὀρῶν καὶ τῶν Ἀλπεινῶν σύμπτωσις οὐ μακρὰν ἀπὸ τοῦ Σαρδῴου πελάγους ὑπὲρ Μασσαλίας ἀποτελεῖ. (Polybius, Histories, book 2, chapter 14 8:2)
(폴리비오스, Histories, book 2, chapter 14 8:2)
- Τὸ μὲν οὖν πρῶτον αὐτῶν τούτων ἀνδρώδης ἦν ἡ σύμπτωσις: (Polybius, Histories, book 11, chapter 13 1:1)
(폴리비오스, Histories, book 11, chapter 13 1:1)