- σὺ δ᾿ εὖ οἶδ᾿ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσι τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης: (Lucian, Pro lapsu inter salutandum 30:1)
(루키아노스, Pro lapsu inter salutandum 30:1)
- τὸ δὲ ἄγαν πανταχοῦ μὲν ἐπισφαλές, ἐν δὲ ταῖς πολιτικαῖς φιλοτιμίαις ὀλέθριον ἐκφέρει γὰρ εἰς μανίαν καὶ παραφροσύνην ὕπαιθρον ἐξουσίας μεγάλης ἐπιλαβομένους, ὅταν μὴ τὸ καλὸν ἔνδοξον εἶναι θέλωσιν, ἀλλ ἀγαθὸν ἡγῶνται τὸ ἔνδοξον εἶναι. (Plutarch, Agis, chapter 2 2:1)
(플루타르코스, Agis, chapter 2 2:1)
- τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης. (Plutarch, De curiositate, section 9 2:3)
(플루타르코스, De curiositate, section 9 2:3)
- ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης. (Plutarch, De curiositate, section 9 9:1)
(플루타르코스, De curiositate, section 9 9:1)
- ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν πατρῴων ὁμόταφόν τε γενέσθαι καί που σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα καθ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, δι ἣν τὸ ἥδιστον καὶ συγγενέστατον πρόσωπον ἰδεῖν σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε. (Plutarch, De fraterno amore, section 7 2:1)
(플루타르코스, De fraterno amore, section 7 2:1)
- πρὸς οὓς ὑπστυχὼν ἄν τις εἴποι θεὸς δέ σοι πῆμ οὐδὲν ἀλλ αὐτὸς σύ σοί καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη. (Plutarch, Consolatio ad Apollonium, chapter, section 30 1:2)
(플루타르코스, Consolatio ad Apollonium, chapter, section 30 1:2)
- οὗτοι τὸ μὲν πρῶτον ἀκούσαντες ἐπὶ Διονύσιον καὶ Σικελίαν αἴρεσθαι τὸν στόλον, ἐξεπλάγησαν καὶ κατέγνωσαν, ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος ἢ χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις: (Plutarch, Dion, chapter 23 1:1)
(플루타르코스, Dion, chapter 23 1:1)
- Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν Ῥινῶν Ῥέειν‧ κἢν μὲν πουλὺ Ῥυῇ, λύσιν σημαίνει τῆς νούσου‧ ἢν δὲ μὴ, μακρήν‧ ὁκόσῳ δ ἂν ἔλασσον Ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες‧ ἢν δὲ τἄλλα Ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα‧ ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληϊ῀δα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι‧ σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη‧ ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ‧ αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 10.3)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 10.3)
- Ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον. (Hippocrates, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 83.48)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 83.48)