- ὁ δ ἐκπεσὼν τοῦ Βυζαντίου καὶ τῷ φάσματι ταραττόμενος, ὡς λέγεται, κατέφυγε πρὸς τὸ νεκυομαντεῖον εἰς Ἡράκλειαν, καὶ τὴν ψυχὴν ἀνακαλούμενος τῆς Κλεονίκης παρῃτεῖτο τὴν ὀργήν. (Plutarch, , chapter 6 6:1)
(플루타르코스, , chapter 6 6:1)
- μυθολογοῦσι δὲ τὸ μὲν παλαιὸν γεγενῆσθαι νεκυομαντεῖον πρὸς αὐτῇ, ὃ τοῖς ὕστερον χρόνοις καταλελύσθαι φασίν. (Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 22 2:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 22 2:1)
- εἶναι γὰρ πάλαι νεκυομαντεῖον αὐτόθι: (Pausanias, Description of Greece, , chapter 30 10:2)
(파우사니아스, Description of Greece, , chapter 30 10:2)
- τὸ δὲ περὶ Σικελίαν καὶ Ἰταλίαν γεγονέναι τὴν πλάνην ὀρθῶς, ἐπεὶ τίς ἔπεισε ποιητὴς ἢ συγγραφεὺς Νεαπολίτας μὲν λέγειν μνῆμα Παρθενόπης τῆς Σειρῆνος, τοὺς δὲ ἐν Κύμῃ καὶ Δικαιαρχείᾳ καὶ Βεσβίῳ Πυριφλεγέθοντα καὶ Ἀχερουσίαν λίμνην καὶ νεκυομαντεῖον τὸ ἐν τῷ Αὄρνῳ καὶ Βάιον καὶ Μισηνὸν τῶν Ὀδυσσέως ἑταίρων τινάς· (Strabo, Geography, book 1, chapter 2 36:10)
(스트라본, 지리학, book 1, chapter 2 36:10)
- καὶ δὴ καὶ νεκυομαντεῖον ἱστοροῦσιν ἐνταῦθα γενέσθαι καὶ Ὀδυσσέα εἰς τοῦτ ἀφικέσθαι. (Strabo, Geography, book 5, chapter 4 10:6)
(스트라본, 지리학, book 5, chapter 4 10:6)