- ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δὲ γήμαντες ἀνόνητοι. οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι. (Septuagint, Liber Maccabees IV 16:9)
(70인역 성경, Liber Maccabees IV 16:9)
- ὁ δὲ Ἆγις οὕτω πολὺ παρήλλαττεν εὐφυϊᾴ καὶ φρονήματι ψυχῆς οὐ μόνον τοῦτον, ἀλλὰ σχεδὸν ἅπαντας ὅσοι μετ Ἀγησίλαον τὸν μέγαν ἐβασίλευσαν, ὥστε μηδέπω γεγονὼς εἰκοστὸν ἔτος, ἐντεθραμμένος δὲ πλούτοις καὶ τρυφαῖς γυναικῶν, τῆς τε μητρὸς Ἀγησιστράτας καὶ τῆς μάμμης Ἀρχιδαμίας, αἳ πλεῖστα χρήματα Λακεδαιμονίων ἐκέκτηντο, πρός τε τὰς ἡδονὰς εὐθὺς ἀπισχυρίσασθαι, καὶ τὸν ἐπιπρέψαι μάλιστα τῇ χάριτι τῆς μορφῆς ὡραϊσμὸν δοκοῦντα περισπάσας τοῦ σώματος, καὶ πᾶσαν ἐκδὺς καὶ διαφυγὼν πολυτέλειαν, ἐγκαλλωπίζεσθαι τῷ τριβωνίῳ, καὶ δεῖπνα καὶ λουτρὰ καὶ διαίτας Λακωνικὰς ζητεῖν, καὶ λέγειν ὡς οὐδὲν δέοιτο τῆς βασιλείας, εἰ μὴ δι αὐτὴν ἀναλήψοιτο τοὺς νόμους καὶ τὴν πάτριον ἀγωγήν. (Plutarch, Agis, chapter 4 1:1)
(플루타르코스, Agis, chapter 4 1:1)
- ἤδη γὰρ ᾔσθηντο πολλοὶ τὴν σύλληψιν, καὶ θόρυβος ἦν ἐπὶ ταῖς θύραις καὶ φῶτα πολλά, καὶ παρῆσαν ἥ τε μήτηρ τοῦ Ἄγιδος καὶ ἡ μάμμη βοῶσαι καὶ δεόμεναι τὸν βασιλέα τῶν Σπαρτιατῶν λόγου καὶ κρίσεως τυχεῖν ἐν τοῖς πολίταις. (Plutarch, Agis, chapter 19 7:1)
(플루타르코스, Agis, chapter 19 7:1)
- δύ ὕδατος, ὦ μάμμη. (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 36 1:7)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 36 1:7)
- Εἴπ ὦ μάμμη, ὅτ ὤδινες καὶ ἔτικτές με, τίς ἡμέρα· (Theophrastus, Characters, 7:1)
(테오프라스토스, Characters, 7:1)
- υ τετρηκόσι ἐστὶν ἔχεις δὲ σὺ τοὺς ἐνιαυτοὺς δὶς τόσσους, τρυφερὴ Λαϊ` κορωνεκάβη, Σισύφου ὦ μάμμη, καὶ Δευκαλίωνος ἀδελφή. (Unknown, Greek Anthology, Volume IV, book 11, chapter 671)
(작자 미상, Greek Anthology, Volume IV, book 11, chapter 671)