- ΚΑΙ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. (Septuagint, Liber Nehemiae 4:1)
(70인역 성경, 느헤미야기 4:1)
- προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ αὐτοῦ: (Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 14 4:2)
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 14 4:2)
- "ἐστὶ δὲ τὸ δενδρίον μεγέθει μὲν πτελέης καὶ πεύκης οὐθέν τι μεῖον, ἀκρεμόνας δὲ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπ ὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρόν, τῇ φυῇ περιφερές, καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου, γλυκὺς δὲ πάνυ ὁ καρπός, μέγεθος κατὰ φαυλίην ἐλάην καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ, καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπός: (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 624)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 624)
- κακῶς δὲ ἂν φυῇ, ὡς ἡ τῶν πολλῶν ἕξις τῆς ψυχῆς εἴς τε τὸ μαθεῖν εἴς τε τὰ λεγόμενα ἤθη πέφυκεν, τὰ δὲ διέφθαρται, οὐδ ἂν ὁ Λυγκεὺς ἰδεῖν ποιήσειεν τοὺς τοιούτους. (Plato, Epistles, Letter 7 131:2)
(플라톤, Epistles, Letter 7 131:2)
- Ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἱο῀ν ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 18)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 18)