- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἀλυσιτελής?

Third declension Adjective; 자동번역 Transliteration: alysitelēs

Principal Part: ἀλυσιτελής ἀλυσιτελές

Structure: ἀλυσιτελη (Stem) + ς (Ending)

Sense

  1. unprofitable

Examples

  • θηριῶδες γὰρ καὶ δεινῶς σκαιὸν καὶ προσέτι γε ἀλυσιτελὲς ἀποσφάττειν τοὺς ἀρίστους καὶ οἷς ἄν τις ἄμεινον χρήσαιτο κατὰ τῶν δυσμενῶν. (Lucian, Anacharsis, (no name) 37:6)
  • ἀλλ, ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν ἀεὶ τὰ συμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδέν τι εἶχεν ἡ ναῦς ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς: (Lucian, Juppiter trageodeus, (no name) 47:1)
  • ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ: (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 55 4:2)
  • πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 6 3:3)
  • καὶ τούτου ἐξ ἰδιότητος ἡ κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. (Aristides, Aelius, Ars Rhetorica, , 4:11)
  • Ἄππιος μὲν οὖν πρῶτος ἐρωτηθεὶς γνώμην οὐκ εἰά συγχωρεῖν τῷ δήμῳ τὴν διανομὴν διδάσκων, ὡς χαλεπὸς ἔσται καὶ ἀλυσιτελὴς σύνοικος ὄχλος ἀργὸς ἐθισθεὶς τὰ δημόσια λιχνεύειν, καὶ οὐθὲν ἐάσει ποτὲ τῶν κοινῶν οὔτε κτημάτων οὔτε χρημάτων ἔτι κοινὸν μένειν: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 73 3:1)
  • τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς θεὸν σέβεσθαι τὸν κροκόδειλον, τοῖς δ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν ἡ θήρα παντελῶς, οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός. (Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 35 6:2)
  • τὸν γὰρ δῆμον τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου καὶ πλείω χρόνον, θεωροῦντα διότι πᾶσιν μὲν τοῖς Ἕλλησιν ἀλυσιτελὴς καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος τῶν δαπανημάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην: (Polybius, Histories, book 29, chapter 19 3:2)

Synonyms

  1. unprofitable

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION