호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ τῶν τοῦ ὠκεανοῦ παθῶν εἴρηται μὲν ἐν μύθου σχήματι:? καὶ γὰρ τούτου στοχάζεσθαι δεῖ τὸν ποιητήν. ἀπὸ γὰρ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων ἡ Χάρυβδις αὐτῷ μεμύθευται, οὐδ αὐτὴ παντάπασιν Ὁμήρου πλάσμα οὖσα, ἀλλ ἀπὸ τῶν ἱστορουμένων περὶ τὸν Σικελικὸν πορθμὸν διεσκευασμένη. εἰ δὲ δὶς τῆς παλιρροίας γινομένης καθ ἑκάστην ἡμέραν καὶ νύκτα ἐκεῖνος τρὶς εἴρηκε "τρὶς μὲν γάρ τ "ἀνίησιν ἐπ ἤματι, τρὶς δ ἀναροιβδεῖ," λέγοιτ ἂν καὶ οὕτως: οὐ γὰρ κατ ἄγνοιαν τῆς ἱστορίας ὑποληπτέον λέγεσθαι τοῦτο, ἀλλὰ τραγῳδίας χάριν καὶ φόβου, ὃν ἡ Κίρκη πολὺν τοῖς λόγοις προστίθησιν ἀποτροπῆς χάριν, ὥστε καὶ τὸ ψεῦδος παραμίγνυσθαι. ἐν αὐτοῖς γοῦν τοῖς ἔπεσι τούτοις εἴρηκε μὲν οὕτως ἡ Κίρκη "τρὶς μὲν γάρ τ ἀνίησιν ἐπ ἤματι, τρὶς δ ἀναροιβδεῖ "δεινόν: μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειε: οὐ "γάρ κεν ῥύσαιτό ς ὑπὲκ κακοῦ οὐδ Ἐνοσίχθων. " καὶ μὴν παρέτυχέ τε τῇ ἀναρροιβδήσει ὁ Ὀδυσσεὺς καὶ οὐκ ἀπώλετο, ὥς φησιν αὐτός "ἡ μὲν ἀνερροίβδησε "θαλάσσης ἁλμυρὸν ὕδωρ: αὐτὰρ ἐγὼ ποτὶ μακρὸν "ἐρινεὸν ὑψός ἀερθείς, τῷ προσφὺς ἐχόμην, ὡς νυκτερίς. " εἶτα περιμείνας τὰ ναυάγια καὶ λαβόμενος πάλιν αὐτῶν σώζεται, ὥστ ἐψεύσατο ἡ Κίρκη. ὡς οὖν τοῦτο, κἀκεῖνο τὸ "τρὶς μὲν γάρ τ ἀνίησιν ἐπ ἤματι" ἀντὶ τοῦ δίς, ἅμα καὶ τῆς ὑπερβολῆς τῆς τοιαύτης συνήθους πᾶσιν οὔσης, τρισμακαρίους καὶ τρισαθλίους λεγόντων: καὶ ὁ ποιητής "τρισμάκαρες Δαναοί," καί "ἀσπασίη τρίλλιστος," "τριχθά τε καὶ τετραχθά. " ἴσως δ ἄν τις καὶ ἀπὸ τῆς ὡρ´ας τεκμήραιτο, ὅτι ὑπαινίττεταί πως τὸ ἀληθές: μᾶλλον γὰρ ἂν ἐφαρμόττοι τῷ δὶς γενέσθαι τὴν παλίρροιαν κατὰ τὸν συνάμφω χρόνον, τὸν ἐξ ἡμέρας καὶ νυκτός, ἢ τῷ τρὶς τοσοῦτον χρόνον μεῖναι τὰ ναυάγια ὑποβρύχια, ὀψὲ δὲ ἀναβληθῆναι ποθοῦντι. καὶ συνεχῶς προσισχομένῳ τοῖς κλάδοις "νωλεμέως δ ἐχόμην, ὄφρ ἐξεμέσειεν ὀπίσσω ἱστὸν "καὶ τρόπιν αὖτις, ἐελδομένῳ δέ μοι ἦλθεν ὄψ: ἦμός "τ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη, κρίνων νείκεα "πολλὰ δικαζομένων αἰζηῶν, καὶ τότε δήμοι δοῦρα Χαρύβδιος ἐξεφαάνθη. " πάντα γὰρ ταῦτα χρόνου τινὸς ἔμφασιν ἀξιολόγου δίδωσι, καὶ μάλιστα τὸ τὴν ἑσπέραν ἐπιτεῖναι, μὴ κοινῶς εἰπόντα, ἡνίκα ὁ δικαστὴς ἀνίσταται, ἀλλ ἡνίκα κρίνων νείκεα πολλά, ὥστε βραδῦναι πλέον τι καὶ ἄλλως δὲ οὐ πιθανὴν ἂν ὑπέτεινε τῷ ναυαγῷ τὴν ἀπαλλαγήν, εἰ πρὶν ἀποσπασθῆναι πολὺ καὶ αὐτίκα εἰς τοὐπίσω παλίρρους μετέπιπτεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기