호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὲ Φοίνικας εἰπὼν ὀνομάζει καὶ Σιδωνίους τὴν μητρόπολιν αὐτῶν σχήματι συνήθει χρῆται, ὡς "Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε," καί "οὐ γὰρ "ἔτ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ ἄρ ἔτ αὐτὸς ἐήν, θάνε δὲ ξανθὸς Μελέαγρος," καί "Ἴδην δ ἵκανεν καὶ Γάργαρον," καί "οἳ δ Εὔβοιαν ἔχον "καὶ Χαλκίδα τ Εἰρέτριάν τε.? " καὶ Σαπφώ "ἤ σε Κύπρος ἢ Πάφος ἢ Πάνορμος. " καίτοι καὶ ἄλλο τι ἦν τὸ ποιῆσαν καίπερ ἤδη μνησθέντα τῆς Φοινίκης ἰδίως πάλιν καὶ τὴν Σιδῶνα συγκαταλέξαι. πρὸς μὲν γὰρ τὸ τὰ ἐφεξῆς ἔθνη καταλέξαι ἱκανῶς εἶχεν οὕτως εἰπεῖν "Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς "θ ἱκόμην: ἵνα δ ἐμφήνῃ καὶ τὴν παρὰ τοῖς Σιδωνίοις ἀποδημίαν τὴν ἐπὶ πλέον γενομένην, καλῶς εἶχεν εἴτ ἀναλαβεῖν εἴτε καὶ παραλαβεῖν: ἐμφαίνει [δὲ] διὰ τῶν ἐπαίνων τῆς παρ αὐτοῖς εὐτεχνίας καὶ τοῦ τὴν Ἑλένην προεξενῶσθαι τοῖς ἀνθρώποις μετὰ Ἀλεξάνδρου: διόπερ παρὰ τῷ Ἀλεξάνδρῳ πολλὰ τοιαῦτα ἀποκείμενα λέγει "ἔνθ ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν Σιδονίων, ἃς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε "Σιδονίηθεν τὴν ὁδόν, ἣν Ἑλένην περ ἀνήγαγε: καὶ παρὰ τῷ Μενελάῳ: λέγει γὰρ πρὸς Τηλέμαχον "δώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ ἐστὶν ἅπας, "χρυσῷ δ ἐπὶ χείλεα κεκράανται. ἄργον δ Ἡφαίστοιο: "πόρεν δέ ἑ φαίδιμος ἡρ´ως Σιδονίων βασιλεύς, ὅθ ἑὸς "δόμος ἀμφεκάλυψε κεῖσέ με νοστήσαντα. " δεῖ δὲ δέξασθαι πρὸς ὑπερβολὴν εἰρημένον τὸ Ἡφαίστου ἔργον, ὡς λέγεται Ἀθηνᾶς ἔργα τὰ καλὰ καὶ Χαρίτων καὶ Μουσῶν. ἐπεὶ ὅτι γε οἱ ἄνδρες ἦσαν καλλίτεχνοι, δηλοῖ τὸν κρατῆρα ἐπαινῶν, ὃν ὁ Εὔνεως ἔδωκεν ἀντὶ Λυκάονος: φησὶ γάρ "κάλλει ἐνίκα πᾶσαν ἐπ αἰᾶν πολλόν: ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δ ἄγον ἄνδρες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기