호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέλοσ μόνουσ φησὶ τοῖσ μὲν βαρβάροισ Λακεδαιμονίουσ καὶ Τεγεάτασ τοῖσ δὲ Θηβαίοισ Ἀθηναίουσ συμπεσόντασ διαγωνίσασθαι, τὰσ δ’ ἄλλασ πόλεισ ὁμαλῶσ ἁπάσασ τοῦ κατορθώματοσ ἀπεστέρηκεν· "οὐδένα συνεφάψασθαι τοῦ ἀγῶνοσ, ἀλλὰ καθημένουσ πάντασ τῶν ὅπλων καταλιπεῖν καὶ προδοῦναι τοὺσ ὑπὲρ αὐτῶν μαχομένουσ· "ὀψὲ δὲ Φλιασίουσ καὶ Μεγαρέασ πυθομένουσ νικῶντα Παυσανίαν, προσφερομένουσ καὶ ἐμπεσόντασ εἰσ τὸ Θηβαίων ἱππικόν, οὐδενὶ λόγῳ διαφθαρῆναι Κορινθίουσ δὲ τῇ μὲν μάχῃ μὴ παραγενέσθαι, μετὰ δὲ τὴν νίκην ἐπειγομένουσ διὰ τῶν λόφων, μὴ περιπεσεῖν τοῖσ ἱππεῦσι τῶν Θηβαίων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기