호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀκείνην μὲν οὕτω τὴν ἡμέραν ὁ Κάτων κατανάλωσε:? ταῖς δ ἐφεξῆς οὓς μὲν δεδιξάμενοι τῶν πολιτῶν, οὓς δὲ συσκευασάμενοι χάρισι καὶ δωροδοκίαις, ἕνα δὲ τῶν δημάρχων Ἀκύλλιον ὅπλοις εἴρξαντες ἐκ τοῦ βουλευτηρίου προελθεῖν, αὐτὸν δὲ τὸν Κάτωνα βροντὴν γεγονέναι βοῶντα τῆς ἀγορᾶς ἐκβαλόντες, οὐκ ὀλίγους δὲ τρώσαντες, ἐνίων δὲ καὶ πεσόντων, βίᾳ τὸν νόμον ἐκύρωσαν, ὥστε πολλοὺς συστραφέντας ὀργῇ τοὺς Πομπηϊού βάλλειν ἀνδριάντας, ἀλλὰ τοῦτο μὲν ἐπελθὼν ὁ Κάτων διεκώλυσε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기