호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πρέσβυ παιδαγώγ Ἐρεχθέως πατρὸς τοὐμοῦ ποτ ὄντος, ἡνίκ ἦν ἔτ ἐν φάει, ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια, ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.? σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς: ἃ μὴ γένοιτο δ, εἴ τι τυγχάνοι κακόν, ἐς ὄμματ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ. ἐγὼ δέ ς, ὥσπερ καὶ σὺ πατέρ ἐμόν ποτε, δέσποιν ὅμως οὖς ἀντικηδεύω πατρός. ὦ θύγατερ, ἄξι ἀξίων γεννητόρων ἤθη φυλάσσεις, κοὐ καταισχύνας ἔχεις τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας. ἕλχ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με. αἰπεινά τοι μαντεῖα: τοῦ γήρως δέ μοι συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ. ἕπου νυν: ἴχνος δ ἐκφύλασς ὅπου τίθης. ἰδού. τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ. βάκτρῳ δ ἐρείδου περιφερῆ στίβον χθονός. καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ. ὀρθῶς ἔλεξας: ἀλλὰ μὴ παρῇς κόπῳ. οὔκουν ἑκών γε: τοῦ δ ἀπόντος οὐ κρατῶ. γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις βέβηκε παίδων, ὧνπερ οὕνεχ ἥκομεν· σημήνατ: εἰ γὰρ ἀγαθά μοι μηνύσετε, οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν. ἰὼ δαῖμον. τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές. ἰὼ τλᾶμον. ἀλλ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ· εἰε῟ν: τί δρῶμεν· θάνατος ὧν κεῖται πέρι . . . τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι· εἴπωμεν ἢ σιγῶμεν· ἢ τί δράσομεν· εἴφ: ὡς ἔχεις γε συμφοράν τιν εἰς ἐμέ. εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ. οὐκ ἔστι σοι, δέσποιν, ἐπ ἀγκάλαις λαβεῖν τέκν, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기