호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ μὲν οὖν δανεῖσαι ἡμᾶσ τὰ χρήματα αἵ τε συνθῆκαι καὶ αὐτὸσ οὗτόσ ἐστι μάρτυσ· τοῦ δ’ ἀποδεδωκέναι οὐδείσ ἐστι μάρτυσ ἔξω τοῦ Λάμπιδοσ τοῦ συναδικοῦντοσ. καὶ οὗτοσ μὲν εἰσ ἐκεῖνον μόνον ἀναφέρει τὴν ἀπόδοσιν, ἐγὼ δ’ εἴσ τε τὸν Λάμπιν αὐτὸν καὶ τοὺσ ἀκούσαντασ αὐτοῦ ὅτε οὐκ ἔφη ἀπειληφέναι τὸ χρυσίον. τούτῳ μὲν οὖν τοὺσ ἐμοὺσ μάρτυρασ ἔξεστι κρίνειν, εἰ μή φησι τἀληθῆ μαρτυρεῖν αὐτούσ· ἐγὼ δ’ οὐκ ἔχω τί χρήσωμαι τοῖσ τούτου μάρτυσιν, οἵ φασιν εἰδέναι τὸν Λάμπιν μαρτυροῦντα ἀπειληφέναι τὸ χρυσίον. εἰ μὲν γὰρ ἡ μαρτυρία ἡ τοῦ Λάμπιδοσ κατεβάλλετο ἐνταῦθα, ἴσωσ ἂν ἔφασαν οὗτοι δίκαιον εἶναι ἐπισκήπτεσθαί μ’ ἐκείνῳ· νῦν δ’ οὔτε τὴν μαρτυρίαν ταύτην ἔχω, οὑτοσί τε οἰέται δεῖν ἀθῷοσ εἶναι οὐδὲν βέβαιον ἐνέχυρον καταλιπὼν ὧν πείθει ὑμᾶσ ψηφίζεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기