호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ ἐνταυθοῖ μενεῖς:? ἀλλ ἔσθι ἐλθὼν τοὺς Μεγακλέους κίονας. ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ· οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον. ἰδού γ ἰδού, Δί Ὀλύμπιον: τῆς μωρίας, τὸν Δία νομίζειν ὄντα τηλικουτονί. τί δὲ τοῦτ ἐγέλασας ἐτεόν· ἐνθυμούμενος ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά. ὅμως γε μὴν πρόσελθ, ἵν εἰδῇς πλείονα, καί σοι φράσω τι πρᾶγμ ὃ μαθὼν ἀνὴρ ἔσει. ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα. ἰδού: τί ἔστιν· ὤμοσας νυνὶ Δία. ἔγωγ. ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν· οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς. ἀλλὰ τίς· Δῖνος βασιλεύει τὸν Δί ἐξεληλακώς. αἰβοῖ τί ληρεῖς· ἴσθι τοῦθ οὕτως ἔχον. τίς φησι ταῦτα· Σωκράτης ὁ Μήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. σὺ δ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας ὥστ ἀνδράσιν πείθει χολῶσιν· εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς καὶ νοῦν ἔχοντας: ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ οὐδεὶς πώποτ οὐδ ἠλείψατο, οὐδ ἐς βαλανεῖον ἦλθε λουσόμενος: σὺ δὲ ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον. ἀλλ ὡς τάχιστ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε. τί δ ἂν παρ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν· ἄληθες· ὅσαπερ ἔστ ἐν ἀνθρώποις σοφά: γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀλλ ἐπανάμεινόν μ ὀλίγον ἐνταυθοῖ χρόνον. οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός· πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω, ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω· φέρ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις· εἰπέ μοι. ἀλεκτρυόνα. καλῶς γε. ταυτηνὶ δὲ τί· ἀλεκτρυόν. ἄμφω ταὐτό· καταγέλαστος εἶ. μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν ἀλεκτρύαιναν τουτονὶ δ ἀλέκτορα. ἀλεκτρύαιναν· ταῦτ ἔμαθες τὰ δεξιὰ εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기