호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ματαία ἐστὶ φράσισ ἡ ἐν βαρβάροισ ὀνόμασι, κεκαινοτομημένοισ καὶ παρακεχαραγμένοισ· διὸ καὶ ἄκαιροσ φαίνεται τὰ ἑτέρων ὀνόματα ἄλλοισ ἀκαίρωσ προσνέμουσα καὶ μὴ τὰ πράγματα φράζουσα. καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγοσ εὑρέθη ἢ τοῦ πείθειν, ἴσωσ ἄν τισ ἀμφισβήτησισ ἦν· ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφ’ ἓν τοῦτο πᾶσα ἡ τῆσ λογικῆσ δυνάμεωσ ἕξισ ὡρ́μηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶσ ἔχειν μηδ’ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίασ δὲ κοινῆσ καὶ τῆσ πρὸσ ἅπαντασ εὐνοίασ δεῖγμά ἐστιν ὁ λόγοσ, οὐ πικρίασ οὐδὲ μισανθρωπίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기