- 텍스트

Strabo, Geography, book 4, chapter 5 8:

(스트라본, 지리학, book 4, chapter 5 8:)

εἰσὶ δὲ καὶ ἄλλαι περὶ τὴν Βρεττανικὴν νῆσοι μικραί:? μεγάλη δ ἡ Ιἔρνη πρὸς ἄρκτον αὐτῇ παραβεβλημένη, προμήκης μᾶλλον [ἢ] πλάτος ἔχουσα. περὶ ἧς οὐδὲν ἔχομεν λέγειν σαφὲς πλὴν ὅτι ἀγριώτεροι τῶν Βρεττανῶν ὑπάρχουσιν οἱ κατοικοῦντες αὐτήν, ἀνθρωποφάγοι τε ὄντες καὶ πολυφάγοι, τούς τε πατέρας τελευτήσαντας κατεσθίειν ἐν καλῷ τιθέμενοι καὶ φανερῶς μίσγεσθαι ταῖς τε ἄλλαις γυναιξὶ καὶ μητράσι καὶ ἀδελφαῖς. καὶ ταῦτα δ οὕτω λέγομεν ὡς οὐκ ἔχοντες ἀξιοπίστους μάρτυρας: καίτοι τό γε τῆς ἀνθρωποφαγίας καὶ Σκυθικὸν εἶναι λέγεται, καὶ ἐν ἀνάγκαις πολιορκητικαῖς καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ ἄλλοι πλείους ποιῆσαι τοῦτο λέγονται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION