호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ καλουμένη Πορκία βασιλικὴ τιμητικὸν ἦν ἀνάθημα τοῦ παλαιοῦ Κάτωνος, εἰωθότες οὖν ἐκεῖ χρηματίζειν οἱ δήμαρχοι, Καὶ κίονος τοῖς δίφροις ἐμποδὼν εἶναι δοκοῦντος, ἔγνωσαν ὑφελεῖν αὐτὸν ἢ μεταστῆσαι.? τοῦτο Κάτωνα πρῶτον εἰς ἀγορὰν ἄκοντα προήγαγεν: ἀντέστη γὰρ αὐτοῖς, Καὶ πεῖραν ἅμα τοῦ λόγου Καὶ τοῦ φρονήματος δούς ἐθαυμάσθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기