호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι τῶν Μιτυληναίων διδόντων τῷ Πιττακῷ τῆς χώρας ὑπὲρ ἧς ἐμονομάχησε τὴν ἡμίσειαν οὐκ ἐδέξατο, συνέταξε δὲ ἑκάστῳ κληρῶσαι τὸ ἴσον, ἐπιφθεγξάμενος ὡς τὸ ἴσον ἐστὶ τοῦ πλείονος πλεῖον.? μετρῶν γὰρ ἐπιεικείᾳ τὸ πλεῖον, οὐ κέρδει, σοφῶς ἐγίνωσκεν: τῇ μὲν γὰρ ἰσότητι δόξαν καὶ ἀσφάλειαν ἀκολουθήσειν, τῇ δὲ πλεονεξίᾳ βλασφημίαν καὶ φόβον, δι ὧν ταχέως ἂν αὐτοῦ τὴν δωρεὰν ἀφείλαντο. ὅτι σύμφωνα τούτοις ἔπραξε καὶ πρὸς Κροῖσον διδόντα τῶν ἐκ τοῦ γαζοφυλακίου χρημάτων λαβεῖν ὁπόσα βούλοιτο.
καὶ γὰρ τότε τὴν δωρεὰν οὐ προσδεξάμενόν φασιν εἰπεῖν, καὶ νῦν ἔχειν ὧν ἤθελε διπλάσια. θαυμάσαντος δὲ τοῦ Κροίσου τὴν ἀφιλαργυρίαν καὶ περὶ τῆς ἀποκρίσεως ἐπερωτήσαντος, εἰπεῖν ὡς τελευτήσαντος ἄπαιδος τἀδελφοῦ κεκληρονομηκὼς οὐσίαν εἰή τὴν ἴσην ᾗπερ εἶχεν, ἣν οὐχ ἡδέως προσειληφέναι. ὅτι καὶ τὸν ποιητὴν Ἀλκαῖον, ἐχθρότατον αὐτοῦ γεγενημένον καὶ διὰ τῶν ποιημάτων πικρότατα λελοιδορηκότα, λαβὼν ὑποχείριον ἀφῆκεν, ἐπιφθεγξάμενος ὡς συγγνώμη τιμωρίας αἱρετωτέρα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기