호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τούτου μόνου ἕνεκα οὐ σύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ, ἀλλ᾿ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον, συγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του ἐρῴη:? ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀποφαίνω οὔτε ἐκπληκτικὸν ἀλλ᾿ ἀνιαρὸν μᾶλλον, καὶ οὐκ ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기