호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"φησὶν ὁ ἰατρὸσ τὴν σῆψιν τῆξιν καὶ ῥύσιν σαρκὸσ εἰσ ὑγρὸν φθορᾷ μεταβαλούσησ, καὶ ὅλωσ ὑγραίνεσθαι τὰ σηπόμενα· "θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν· "ἂν δ’ πυρώδησ, τοὐναντίον ἀπισχναίνειν τὰσ σάρκασ. "ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δ’ ἣλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸσ ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶσ ἔλπομαι, πολλοὺσ μὲν αὐτῶν Σείριοσ καθαυανεῖ ὀξὺσ ἐλλάμπων· "ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτοροσ, ᾧ κειμένῳ νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγε, μὴ πρὶν μένοσ ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν· "τὴν δὲ σελήνην ἀδρανεστέρασ ἀφιέναι τὰσ αὐγάσ μέλασ γὰρ. αὐταῖσ οὐ πεπαίνεται βότρυσ κατὰ τὸν Ιὤνα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기