호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν οἷσ ἀξιοῖ στρατηγὸν ἄνδρα καὶ τηλικαύτησ ἐξουσίασ κύριον διαλλάττειν μὲν τὰσ διαφερομένασ πόλεισ ἀλλὰ μὴ συγκρούειν πρὸσ ἀλλήλασ, τὴν δὲ Ἑλλάδα μεγάλην ἐκ μικρᾶσ ποιεῖν ὑπεριδόντα τε τῆσ περὶ τὰ μικρὰ φιλοτιμίασ τοῖσ τοιούτοισ ἐπιχειρεῖν ἔργοισ, ἐξ ὧν κατορθώσασ τε πάντων ἡγεμόνων ἐπιφανέστατοσ ἔσται καὶ ἀποτυχὼν τήν γε εὔνοιαν τὴν παρὰ τῶν Ἑλλήνων κτήσεται· ἧσ οἱ τυχόντεσ πολλῷ μᾶλλόν εἰσι ζηλωτότεροι τῶν μεγάλασ πόλεισ καὶ πολλὰσ χώρασ καταστρεψαμένων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기