호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεσθαι δ’ ὑπό τινων ὡσ Λακωνικὰ εἰή τὰ πολλὰ τῶν νομιζομένων Κρητικῶν, τὸ δ’ ἀληθὲσ εὑρῆσθαι μὲν ὑπ’ ἐκείνων, ἠκριβωκέναι δὲ τοὺσ Σπαρτιάτασ, τοὺσ δὲ Κρῆτασ ὀλιγωρῆσαι, κακωθεισῶν τῶν πόλεων καὶ μάλιστα τῆσ Κνωσσίων, τῶν πολεμικῶν· μεῖναι δέ τινα τῶν νομίμων παρὰ Λυττίοισ καὶ Γορτυνίοισ καὶ ἄλλοισ τισὶ πολιχνίοισ μᾶλλον ἢ παρ’ ἐκείνοισ· καὶ δὴ καὶ τὰ Λυττίων νόμιμα ποιεῖσθαι μαρτύρια τοὺσ τὰ Λακωνικὰ πρεσβύτερα ἀποφαίνοντασ· ἀποίκουσ γὰρ ὄντασ φυλάττειν τὰ τῆσ μητροπόλεωσ ἔθη, ἐπεὶ ἄλλωσ γε εὐήθεσ εἶναι τὸ τοὺσ βέλτιον συνεστῶτασ καὶ πολιτευομένουσ τῶν χειρόνων ζηλωτὰσ ἀποφαίνειν· οὐκ εὖ δὲ ταῦτα λέγεσθαι· οὔτε γὰρ ἐκ τῶν νῦν καθεστηκότων τὰ παλαιὰ τεκμηριοῦσθαι δεῖν, εἰσ τἀναντία ἑκατέρων μεταπεπτωκότων· καὶ γὰρ ναυκρατεῖν πρότερον τοὺσ Κρῆτασ, ὥστε καὶ παροιμιάζεσθαι πρὸσ τοὺσ προσποιουμένουσ μὴ εἰδέναι ἃ ἴσασιν "ὁ Κρὴσ ἀγνοεῖ τὴν θάλατταν," νῦν δ’ ἀποβεβληκέναι τὸ ναυτικόν· οὔτε ὅτι ἄποικοί τινεσ τῶν πόλεων γεγόνασι τῶν ἐν Κρήτῃ Σπαρτιατῶν, ἐν τοῖσ ἐκείνων νομίμοισ διαμένειν ἐπηναγκάσθαι· πολλὰσ γοῦν τῶν ἀποικίδων μὴ φυλάττειν τὰ πάτρια, πολλὰσ δὲ καὶ τῶν μὴ ἀποικίδων ἐν Κρήτῃ τὰ αὐτὰ ἔχειν τοῖσ ἀποίκοισ ἔθη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기