호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μεταξὺ δὲ τῆσ Ποντικῆσ θαλάττησ τῆσ ἀπὸ Ἴστρου ἐπὶ Τύραν καὶ ἡ τῶν Γετῶν ἐρημία πρόκειται πεδιὰσ πᾶσα καὶ ἄνυδροσ, ἐν ᾗ Δαρεῖοσ ἀποληφθεὶσ ὁ Ὑστάσπεω, καθ’ ὃν καιρὸν διέβη τὸν Ἴστρον ἐπὶ τοὺσ Σκύθασ, ἐκινδύνευσε πανστρατιᾷ δίψῃ διαλυθῆναι· συνῆκε δ’ ὀψὲ καὶ ἀνέστρεψε. Λυσίμαχοσ δ’ ὕστερον στρατεύσασ ἐπὶ Γέτασ καὶ τὸν βασιλέα Δρομιχαίτην οὐκ ἐκινδύνευσε μόνον, ἀλλὰ καὶ ἑάλω ζωγρίᾳ· πάλιν δ’ ἐσώθη τυχὼν εὐγνώμονοσ τοῦ βαρβάρου, καθάπερ εἶπον πρότερον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기