호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Ὤλενον δὲ καὶ Πυλήνην ὀνομάζει πόλεισ ὁ ποιητὴσ Αἰτωλικάσ, ὧν τὴν μὲν Ὤλενον ὁμωνύμωσ τῇ Ἀχαϊκῇ λεγομένην Αἰολεῖσ κατέσκαψαν, πλησίον οὖσαν τῆσ νεωτέρασ Πλευρῶνοσ, τῆσ δὲ χώρασ ἠμφισβήτουν Ἀκαρνᾶνεσ· τὴν δὲ Πυλήνην μετενέγκαντεσ εἰσ τοὺσ ἀνώτερον τόπουσ ἤλλαξαν αὐτῆσ καὶ τοὔνομα Πρόσχιον καλέσαντεσ. Ἑλλάνικοσ δ’ οὐδὲ τὴν περὶ ταύτασ ἱστορίαν οἶδεν, ἀλλ’ ὡσ ἔτι καὶ αὐτῶν οὐσῶν ἐν τῇ ἀρχαίᾳ καταστάσει μέμνηται, τὰσ δ’ ὕστερον καὶ τῆσ τῶν Ἡρακλειδῶν καθόδου κτισθείσασ Μακυνίαν καὶ Μολύκρειαν ἐν ταῖσ ἀρχαίαισ καταλέγει, πλείστην εὐχέρειαν ἐπιδεικνύμενοσ ἐν πάσῃ σχεδόν τι τῇ γραφῇ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기