Strabo, Geography, Book 7, chapter fragments 92:

(스트라본, 지리학, Book 7, chapter fragments 92:)

ὅτι καὶ πάλαι καὶ νῦν οἱ Παίονεσ φαίνονται πολλὴν τῆσ νῦν Μακεδονίασ κατεσχηκότεσ, ὡσ καὶ Πέρινθον πολιορκῆσαι, καὶ Κρηστωνίαν καὶ Μυγδονίδα πᾶσαν καὶ τὴν Ἀγριάνων μέχρι Παγγαίου ὑπ’ αὐτοῖσ γενέσθαι. τῆσ δ’ ἐν τῷ Στρυμονικῷ κόλπῳ παραλίασ τῆσ ἀπὸ Γαληψοῦ μέχρι Νέστου ὑπέρκεινται οἱ Φίλιπποι καὶ τὰ περὶ Φιλίππουσ. οἱ δὲ Φίλιπποι Κρηνίδεσ ἐκαλοῦντο πρότερον, κατοικία μικρά· ηὐξήθη δὲ μετὰ τὴν περὶ Βροῦτον καὶ Κάσσιον ἧτταν.

SEARCH

MENU NAVIGATION