호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οὐ πορρωτέρω ποι τραπόμενοι κακῶσ ἐρεῖθ’ ἡμᾶσ; Ἀρκαδίωνοσ δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶσ λέγοντοσ καὶ φεύγειν παραινοῦντοσ εἰσόκε τοὺσ ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον εἶτά πωσ ἐν Μακεδονίᾳ φανέντοσ, ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν ὁ δὲ Φιλίπποσ ἐντυχὼν αὐτῷ φιλανθρώπωσ καὶ ξένια καὶ δῶρα πέμψασ ἐκέλευσεν ὕστερον πυνθάνεσθαι τίνασ λόγουσ ἀπαγγέλλοι πρὸσ τοὺσ Ἕλληνασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기