호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κεῖται δ’ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν, διέχουσα τοῦ Λευκάτα περὶ πεντήκοντα οἱ δὲ τετταράκοντά φασι σταδίουσ, τοῦ δὲ Χελωνάτα περὶ ὀγδοήκοντα. αὐτὴ δ’ ἐστὶν ὡσ τριακοσίων τὴν περίμετρον, μακρὰ δ’ ἀνήκουσα πρὸσ εὖρον, ὀρεινή· μέγιστον δ’ ὄροσ ἐν αὐτῇ ἐν ᾧ τὸ Διὸσ Αἰνησίου ἱερόν· καθ’ ὃ δὲ στενωτάτη ἐστὶν ἡ νῆσοσ, ταπεινὸν ἰσθμὸν ποιεῖ ὥσθ’ ὑπερκλύζεσθαι πολλάκισ ἐκ θαλάττησ εἰσ θάλατταν· πλησίον δ’ εἰσὶ τῶν στενῶν ἐν κόλπῳ Κράνιοί τε καὶ Παλεῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기