호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεί γε μὴν ἐκεῖνοσ ἔπεσεν, οἱ λοιποὶ οὐδὲ τῇ νίκῃ ὀρθῶσ ἔτι ἐδυνάσθησαν χρήσασθαι, ἀλλὰ φυγούσησ μὲν αὐτοῖσ τῆσ ἐναντίασ φάλαγγοσ οὐδένα ἀπέκτειναν οἱ ὁπλῖται οὐδὲ προῆλθον ἐκ τοῦ χωρίου ἔνθα ἡ συμβολὴ ἐγένετο. φυγόντων δ’ αὐτοῖσ καὶ τῶν ἱππέων, ἀπέκτειναν μὲν οὐδ’ οἱ ἱππεῖσ διώκοντεσ οὔτε ἱππέασ οὔθ’ ὁπλίτασ, ὥσπερ δὲ ἡττώμενοι πεφοβημένωσ διὰ τῶν φευγόντων πολεμίων διέπεσον. καὶ μὴν οἱ ἅμιπποι καὶ οἱ πελτασταὶ συννενικηκότεσ τοῖσ ἱππεῦσιν ἀφίκοντο μὲν ἐπὶ τοῦ εὐωνύμου, ὡσ κρατοῦντεσ, ἐκεῖ δ’ ὑπὸ τῶν Ἀθηναίων οἱ πλεῖστοι αὐτῶν ἀπέθανον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기