호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ δὴ ὡσ πρὸσ τῷ ὄρει ἐγένετο, ἐπεὶ ἐξετάθη αὐτῷ ἡ φάλαγξ, ὑπὸ τοῖσ ὑψηλοῖσ ἔθετο τὰ ὅπλα, ὥστε εἰκάσθη στρατοπεδευομένῳ. τοῦτο δὲ ποιήσασ ἔλυσε μὲν τῶν πλείστων πολεμίων τὴν ἐν ταῖσ ψυχαῖσ πρὸσ μάχην παρασκευήν, ἔλυσε δὲ τὴν ἐν ταῖσ συντάξεσιν. ἐπεί γε μὴν παραγαγὼν τοὺσ ἐπὶ κέρωσ πορευομένουσ λόχουσ εἰσ μέτωπον ἰσχυρὸν ἐποιήσατο τὸ περὶ ἑαυτὸν ἔμβολον, τότε δὴ ἀναλαβεῖν παραγγείλασ τὰ ὅπλα ἡγεῖτο· οἱ δ’ ἠκολούθουν. οἱ δὲ πολέμιοι ὡσ εἶδον παρὰ δόξαν ἐπιόντασ, οὐδεὶσ αὐτῶν ἡσυχίαν ἔχειν ἐδύνατο, ἀλλ’ οἱ μὲν ἔθεον εἰσ τὰσ τάξεισ, οἱ δὲ παρετάττοντο, οἱ δὲ ἵππουσ ἐχαλίνουν, οἱ δὲ θώρακασ ἐνεδύοντο, πάντεσ δὲ πεισομένοισ τι μᾶλλον ἢ ποιήσουσιν ἐῴκεσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기