Xenophon, Hellenica, Ἑλληνικῶν Ζ, chapter 2 18:

(크세노폰, Hellenica, Ἑλληνικῶν Ζ, chapter 2 18:)

καὶ οἱ περὶ τὸν Θηβαῖον δὲ αἰσθόμενοι τὴν σπουδὴν τῶν Φλειασίων ἡμιλλῶντο ὅπωσ φθάσειαν τοῖσ Πελληνεῦσι βοηθήσαντεσ. ἀφικόμενοι δὲ πρότεροι οἱ ἱππεῖσ ἐμβάλλουσι τοῖσ Πελληνεῦσι. δεξαμένων δὲ τὸ πρῶτον, ἐπαναχωρήσαντεσ πάλιν σὺν τοῖσ παραγεγενημένοισ τῶν πεζῶν ἐνέβαλον καὶ ἐκ χειρὸσ ἐμάχοντο. καὶ ἐκ τούτου δὴ ἐγκλίνουσιν οἱ πολέμιοι, καὶ ἀποθνῄσκουσι τῶν τε Σικυωνίων τινὲσ καὶ τῶν Πελληνέων μάλα πολλοὶ καὶ ἄνδρεσ ἀγαθοί.

SEARCH

MENU NAVIGATION