호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὖθισ δέ ποτε ἐστράτευσεν εἰσ τὸν Φλειοῦντα ὁ ἐν τῷ Σικυῶνι ἄρχων Θηβαῖοσ, ἄγων οὕσ τε αὐτὸσ εἶχε φρουροὺσ καὶ Σικυωνίουσ καὶ Πελληνέασ· ἤδη γὰρ τότε ἠκολούθουν τοῖσ Θηβαίοισ· καὶ Εὔφρων δὲ τοὺσ αὑτοῦ ἔχων μισθοφόρουσ περὶ δισχιλίουσ συνεστρατεύετο. οἱ μὲν οὖν ἄλλοι αὐτῶν διὰ τοῦ Τρικαράνου κατέβαινον ἐπὶ τὸ Ἥραιον, ὡσ τὸ πεδίον φθεροῦντεσ. κατὰ δὲ τὰσ εἰσ Κόρινθον φερούσασ πύλασ ἐπὶ τοῦ ἄκρου κατέλιπε Σικυωνίουσ τε καὶ Πελληνέασ, ὅπωσ μὴ ταύτῃ περιελθόντεσ οἱ Φλειάσιοι κατὰ κεφαλὴν αὐτῶν γένοιντο ὑπὲρ τοῦ Ἡραίου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기