- 텍스트

Strabo, Geography, Book 10, chapter 2 23:

(스트라본, 지리학, Book 10, chapter 2 23:)

καλεῖ δ ὁ ποιητὴς Σάμον καὶ τὴν Θρᾳκίαν, ἣν νῦν Σαμοθρᾴκην καλοῦμεν.? τὴν δ Ιὠνικὴν οἶδε μέν, ὡς εἰκός: καὶ γὰρ τὴν Ιὠνικὴν ἀποικίαν εἰδέναι φαίνεται: οὐκ ἂν ἀντιδιέστειλε δὲ τὴν ὁμωνυμίαν, περὶ τῆς Σαμοθρᾴκης λέγων, τοτὲ μὲν τῷ ἐπιθέτῳ ὑψοῦ ἐπ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης, Θρηικίης τοτὲ δὲ τῇ συζυγίᾳ τῶν πλησίον νήσων ἐς Σάμον ἔς τ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν καὶ πάλιν μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου παιπαλοέσσης. ᾔδει μὲν οὖν, οὐκ ὠνόμακε δ αὐτήν: οὐδ ἐκαλεῖτο τῷ αὐτῷ ὀνόματι πρότερον, ἀλλὰ Μελάμφυλλος, εἶτ Ἀνθεμίς, εἶτα Παρθενία ἀπὸ τοῦ ποταμοῦ τοῦ Παρθενίου, ὃς Ἴμβρασος μετωνομάσθη. ἐπεὶ οὖν κατὰ τὰ Τρωικὰ Σάμος μὲν καὶ ἡ Κεφαλληνία ἐκαλεῖτο καὶ ἡ Σαμοθρᾴκη οὐ γὰρ ἂν Ἑκάβη εἰσήγετο λέγουσα ὅτι τοὺς παῖδας αὐτῆς πέρνασχ ὅν κε λάβοι ἐς Σάμον ἔς τ Ἴμβρον, Ιὠνικὴ δ οὐκ ἀπῴκιστό πω, δῆλον ὅτι ἀπὸ τῶν προτέρων τινὸς τὴν ὁμωνυμίαν ἔσχεν: ἐξ ὧν κἀκεῖνο δῆλον, ὅτι παρὰ τὴν ἀρχαίαν ἱστορίαν ὃ λέγουσιν οἱ φήσαντες, μετὰ τὴν Ιὠνικὴν ἀποικίαν καὶ τὴν Τεμβρίωνος παρουσίαν ἀποίκους ἐλθεῖν ἐκ Σάμου καὶ ὀνομάσαι Σάμον τὴν Σαμοθρᾴκην, ὡς οἱ Σάμιοι τοῦτ ἐπλάσαντο δόξης χάριν. πιθανώτεροι δ εἰσὶν οἱ ἀπὸ τοῦ Σάμους καλεῖσθαι τὰ ὕψη φήσαντες εὑρῆσθαι τοῦτο τοὔνομα τὴν νῆσον: ἐντεῦθεν γάρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. τινὲς δὲ Σάμον καλεῖσθαί φασιν ἀπὸ Σαΐων, τῶν οἰκούντων Θρᾳκῶν πρότερον, οἳ καὶ τὴν ἤπειρον ἔσχον τὴν προσεχῆ, εἴτε οἱ αὐτοὶ τοῖς Σαπαίοις ὄντες ἢ τοῖς Σιντοῖς, οὓς Σίντιας καλεῖ ὁ ποιητής, εἴθ ἕτεροι. μέμνηται δὲ τῶν Σαΐων Ἀρχίλοχος ἀσπίδα μὲν Σαΐων τὶς ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION