호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κεῖται δ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν, διέχουσα τοῦ Λευκάτα περὶ πεντήκοντα οἱ δὲ τετταράκοντά φασι σταδίους, τοῦ δὲ Χελωνάτα περὶ ὀγδοήκοντα.? αὐτὴ δ ἐστὶν ὡς τριακοσίων τὴν περίμετρον, μακρὰ δ ἀνήκουσα πρὸς εὖρον, ὀρεινή: μέγιστον δ ὄρος ἐν αὐτῇ ἐν ᾧ τὸ Διὸς Αἰνησίου ἱερόν: καθ ὃ δὲ στενωτάτη ἐστὶν ἡ νῆσος, ταπεινὸν ἰσθμὸν ποιεῖ ὥσθ ὑπερκλύζεσθαι πολλάκις ἐκ θαλάττης εἰς θάλατταν: πλησίον δ εἰσὶ τῶν στενῶν ἐν κόλπῳ Κράνιοί τε καὶ Παλεῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기