호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτίκα γὰρ ἐπὶ τῆς Ἰθάκης ὅταν φῇ οἵ ῥ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον, ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει τῷ ἐπιθέτῳ δηλοῖ.? ἐν ἄλλοις δὲ καὶ ῥητῶς ὄρος ναιετάω δ Ἰθάκην εὐδείελον: ἐν δ ὄρος αὐτῇ, Νήριτον εἰνοσίφυλλον ἀριπρεπές. Ἰθάκην δ εἴτε τὴν πόλιν εἴτε τὴν νῆσον λέγει, οὐ δῆλον ἐν τούτῳ γε τῷ ἔπει οἵ ῥ Ἰθάκην εἶχον καὶ Νήριτον. κυρίως μὲν γὰρ ἀκούων τις τὴν πόλιν δέξαιτ ἄν, ὡς καὶ Ἀθήνας καὶ Λυκαβηττὸν εἴ τις λέγοι, καὶ Ῥόδον καὶ Ἀτάβυριν, καὶ ἔτι Λακεδαίμονα καὶ Ταΰγετον: ποιητικῶς δὲ τοὐναντίον. ἐν μέντοι τῷ ναιετάω δ Ἰθάκην εὐδείελον: ἐν δ ὄρος αὐτῇ Νήριτον δῆλον: ἐν γὰρ τῇ νήσῳ οὐκ ἐν τῇ πόλει τὸ ὄρος. ὅταν δὲ οὕτω φῇ ἡμεῖς ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν, ἄδηλον, εἴτε τὸ αὐτὸ τῷ Νηρίτῳ λέγει τὸ Νήιον εἴτε ἕτερον ἢ ὄρος ἢ χωρίον. ὁ μέντοι ἀντὶ Νηρίτου γράφων Νήρικον, ἢ ἀνάπαλιν, παραπαίει τελέως: τὸ μὲν γὰρ εἰνοσίφυλλον καλεῖ ὁ ποιητής, τὸ δ ἐϋκτίμενον πτολίεθρον, καὶ τὸ μὲν ἐν Ἰθάκῃ, τὸ δ ἀκτὴν ἠπείροιο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기