- 텍스트

Strabo, Geography, Book 10, chapter 2 14:

(스트라본, 지리학, Book 10, chapter 2 14:)

Κεφαλλῆνας δὲ νῦν μὲν τοὺς ἐκ τῆς νήσου τῆς Κεφαλληνίας λέγουσιν, Ὅμηρος δὲ πάντας τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ, ὧν εἰσι καὶ οἱ Ἀκαρνᾶνες:? εἰπὼν γάρ αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας, οἵ ῥ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον τὸ ἐν ταύτῃ ὄρος ἐπιφανές, ὡς καί οἳ δ ἐκ Δουλιχίοιο Ἐχινάων θ ἱεράων καὶ αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος: καί οἳ δ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα καὶ τοῦ Βουπρασίου ἐν Ἤλιδι ὄντος: καί οἳ δ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τ Εἰρέτριάν τε καὶ τούτων ἐν Εὐβοίᾳ οὐσῶν: καί Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ὡς καὶ ἐκείνων Τρώων ὄντων: πλὴν μετά γε Νήριτον φησί καὶ Κροκύλει ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδ οἳ Σάμον ἀμφενέμοντο, οἵ τ ἤπειρον ἔχον ἠδ ἀντιπέραι ἐνέμοντο. ἤπειρον μὲν οὖν τὰ ἀντιπέρα τῶν νήσων βούλεται λέγειν, ἅμα τῇ Λευκάδι καὶ τὴν ἄλλην Ἀκαρνανίαν συμπεριλαβεῖν βουλόμενος, περὶ ἧς καὶ οὕτω λέγει δώδεκ ἐν ἠπείρῳ ἀγέλαι, τόσα πώεα μήλων, τάχα τῆς Ἠπειρώτιδος τὸ παλαιὸν μέχρι δεῦρο διατεινούσης καὶ ὀνόματι κοινῷ ἠπείρου λεγομένης: Σάμον δὲ τὴν νῦν Κεφαλληνίαν, ὡς καὶ ὅταν φῇ ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης. τῷ γὰρ ἐπιθέτῳ τὴν ὁμωνυμίαν διέσταλται, ὡς οὐκ ἐπὶ τῆς πόλεως ἀλλ ἐπὶ τῆς νήσου τιθεὶς τοὔνομα. τετραπόλεως γὰρ οὔσης τῆς νήσου μία τῶν τεττάρων ἐστὶν ἡ καὶ Σάμος καὶ Σάμη καλουμένη καθ ἑκάτερον τοὔνομα, ὁμωνυμοῦσα τῇ νήσῳ. ὅταν δ εἴπῃ ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, τῶν νήσων ἀριθμὸν ποιῶν δῆλός ἐστι καὶ Σάμην καλῶν τὴν νῆσον, ἣν πρότερον Σάμον ἐκάλεσεν. Ἀπολλόδωρος δὲ τοτὲ μὲν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ἀμφιβολίαν εἰπόντα Σάμοιό τε παιπαλοέσσης, ὡς τὴν νῆσον λέγοντα, τοτὲ δὲ γράφεσθαι δεῖν Δουλιχίῳ τε Σάμῳ τε ἀλλὰ μή "Σάμῃ τε" δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον: ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἐάσι, καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου τὴν μὲν ἔπειτα Σάμηνδ ἔδοσαν. ἔχει δὲ ταῦτα λόγον. οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς οὔτε περὶ τῆς Κεφαλληνίας οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION