- 텍스트

Strabo, Geography, Book 7, chapter fragments 96:

(스트라본, 지리학, Book 7, chapter fragments 96:)

πρόκεινται δὲ τῆς παραλίας ταύτης δύο νῆσοι, Λῆμνος καὶ Θάσος.? μετὰ δὲ τὸν εἰς Θάσον πορθμὸν Ἄβδηρα καὶ τὰ περὶ Ἀβδήρου μυθευόμενα. ᾤκησαν δ αὐτὴν Βίστονες Θρᾷκες, ὧν Διομήδης ἦρχεν: οὐ μένει δ ὁ Νέστος ἐπὶ ταὐτοῦ ῥείθρου διὰ παντός, ἀλλὰ κατακλύζει τὴν χώραν πολλάκις. εἶτα Δίκαια πόλις ἐν κόλπῳ κειμένη καὶ λιμήν: ὑπέρκειται δὲ τούτων ἡ Βιστονὶς λίμνη κύκλον ἔχουσα ὅσον διακοσίων σταδίων. φασὶ δὲ τοῦ πεδίου κοίλου παντάπασιν ὄντος καὶ ταπεινοτέρου τῆς θαλάττης ἱπποκρατούμενον τὸν Ἡρακλέα, ἡνίκα ἦλθεν ἐπὶ τὰς τοῦ Διομήδους ἵππους, διορύξαι τὴν ᾐόνα καὶ τὴν θάλατταν ἐπαφέντα τῷ πεδίῳ κρατῆσαι τῶν ἐναντίων. δείκνυται δὲ καὶ τὸ βασίλειον Διομήδους ἀπὸ συμβεβηκότος καλούμενον Καρτερὰ κώμη διὰ τὴν ἐρυμνότητα. μετὰ δὲ τὴν ἀνὰ μέσον λίμνην Ξάνθεια Μαρώνεια καὶ Ἴσμαρος, αἱ τῶν Κικόνων πόλεις: καλεῖται δὲ νῦν Ἰσμάρα πλησίον τῆς Μαρωνείας: πλησίον δὲ καὶ ἡ Ἰσμαρὶς ἐξίησι λίμνη: καλεῖται δὲ τὸ ῥεῖθρον ἠδύ . . . γειον: αὐτοῦ δὲ καὶ αἱ Θασίων λεγόμεναι κεφαλαί. Σαπαῖοι δ εἰσὶν οἱ ὑπερκείμενοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION