호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Ἄκανθοσ πόλισ ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιοσ πλησίον τῆσ τοῦ Ξέρξου διώρυχοσ· ἔχει δ’ ὁ Ἄθων πέντε πόλεισ, Δῖον Κλεωνὰσ Θύσσον Ὀλόφυξιν Ἀκροθώουσ· αὕτη δὲ πρὸσ τῇ κορυφῇ τοῦ Ἄθωνοσ κεῖται. ἔστι δ’ ὁ Ἄθων ὄροσ μαστοειδὲσ ὀξύτατον ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰκοῦντεσ ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆσ ἐν τῇ παραλίᾳ ἀνατολῆσ. καὶ ἔστιν ἀπὸ πόλεωσ τῆσ Ἀκάνθου ὁ περίπλουσ τῆσ χερρονήσου ἑώσ Σταγείρου, πόλεωσ τοῦ Ἀριστοτέλουσ, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα Κάπροσ καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνοσ ἐκβολαί· εἶτα Φάγρησ Γαληψὸσ Ἀπολλωνία, πᾶσαι πόλεισ· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντοσ Μακεδονίαν καὶ Θρᾴκην, ὡσ Φίλιπποσ καὶ Ἀλέξανδροσ ὁ τούτου παῖσ διώριζον ἐν τοῖσ κατ’ αὐτοὺσ χρόνοισ. εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεισ καὶ ἕτεραι, οἱο͂ν Μύρκινοσ Ἄργιλοσ Δραβῆσκοσ Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφ’ οὗ καὶ παροιμία "Δάτον ἀγαθῶν," ὡσ καὶ "ἀγαθῶν ἀγαθῖδασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기