호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ουἀρδαίουσ δ’ οἱ ὕστερον ἐκάλεσαν τοὺσ Ἀρδιαίουσ· ἀπέωσαν δ’ αὐτοὺσ εἰσ τὴν μεσόγαιαν ἀπὸ τῆσ θαλάττησ Ῥωμαῖοι, λυμαινομένουσ αὐτὴν διὰ τῶν λῃστηρίων, καὶ ἠνάγκασαν γεωργεῖν. τραχεῖα δὲ χώρα καὶ λυπρὰ καὶ οὐ γεωργῶν ἀνθρώπων, ὥστ’ ἐξέφθαρται τελέωσ τὸ ἔθνοσ, μικροῦ δὲ καὶ ἐκλέλοιπε. τοῦτο δὲ καὶ τοῖσ ἄλλοισ ἔθνεσι τοῖσ ταύτῃ συνέβη· οἱ γὰρ πλεῖστον δυνάμενοι πρότερον τελέωσ ἐταπεινώθησαν καὶ ἐξέλιπον, Γαλατῶν μὲν Βοῖοι καὶ Σκορδίσται, Ἰλλυριῶν δὲ Αὐταριᾶται καὶ Ἀρδιαῖοι καὶ Δαρδάνιοι, Θρᾳκῶν δὲ Τριβαλλοί, ὑπ’ ἀλλήλων μὲν ἐξ ἀρχῆσ, ὕστερον δ’ ὑπὸ Μακεδόνων καὶ Ῥωμαίων ἐκπολεμούμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기