호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴδιον δὲ τοῦ Σκυθικοῦ καὶ τοῦ Σαρματικοῦ παντὸσ ἔθνουσ τὸ τοὺσ ἵππουσ ἐκτέμνειν εὐπειθείασ χάριν· μικροὶ μὲν γάρ εἰσιν, ὀξεῖσ δὲ σφόδρα καὶ δυσπειθεῖσ. θῆραι δ’ εἰσὶν ἐν μὲν τοῖσ ἕλεσιν ἐλάφων καὶ συάγρων, ἐν δὲ τοῖσ πεδίοισ ὀνάγρων καὶ δορκάδων. ἴδιον δέ τι καὶ τὸ ἀετὸν μὴ γίνεσθαι ἐν τοῖσ τόποισ τούτοισ. ἔστι δὲ τῶν τετραπόδων ὁ καλούμενοσ κόλοσ, μεταξὺ ἐλάφου καὶ κριοῦ τὸ μέγεθοσ, λευκόσ, ὀξύτεροσ τούτων τῷ δρόμῳ, πίνων τοῖσ ῥώθωσιν εἰσ τὴν κεφαλήν, εἶτ’ ἐντεῦθεν εἰσ ἡμέρασ ταμιεύων πλείουσ ὥστ’ ἐν τῇ ἀνύδρῳ νέμεσθαι ῥᾳδίωσ. τοιαύτη μὲν ἡ ἐκτὸσ Ἴστρου πᾶσα ἡ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Τανάιδοσ ποταμοῦ μέχρι τῆσ Ποντικῆσ θαλάττησ καὶ τῆσ Μαιώτιδοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기