호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μεταξὺ δὲ τῶν τοῦ Ἴβηροσ ἐκτροπῶν καὶ τῶν ἄκρων τῆσ Πυρήνησ, ἐφ’ ὧν ἵδρυται τὰ ἀναθήματα τοῦ Πομπηίου, πρώτη Ταρράκων ἐστὶ πόλισ, ἀλίμενοσ μὲν ἐν κόλπῳ δὲ ἱδρυμένη καὶ κατεσκευασμένη τοῖσ ἄλλοισ ἱκανῶσ καὶ οὐχ ἧττον εὐανδροῦσα νυνὶ τῆσ Καρχηδόνοσ. πρὸσ γὰρ τὰσ τῶν ἡγεμόνων ἐπιδημίασ εὐφυῶσ ἔχει, καὶ ἔστιν ὥσπερ μητρόπολισ οὐ τῆσ ἐντὸσ Ἴβηροσ μόνον ἀλλὰ καὶ τῆσ ἐκτὸσ τῆσ πολλῆσ. αἵ τε Γυμνήσιαι νῆσοι προκείμεναι πλησίον καὶ ἡ Ἔβυσοσ, ἀξιόλογοι νῆσοι, τὴν θέσιν εὔκαιρον τῆσ πόλεωσ ὑπαγορεύουσιν. Ἐρατοσθένησ δὲ καὶ ναύσταθμον ἔχειν φησὶν αὐτήν, οὐδὲ ἀγκυροβολίοισ σφόδρα εὐτυχοῦσαν, ὡσ ἀντιλέγων εἴρηκεν Ἀρτεμίδωροσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기